Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.227 Joseph. AJ 6.231 (English) >>Joseph. AJ 6.235

6.229

Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε· 6.230τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι. 6.231καταμαθὼν δʼ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε πατὴρ ἐμὸς ἄντʼ ἐγὼ κρείττονα. 6.232σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου.” ταῦτʼ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν γυμναζόμενος διατελεῖ· γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.227 Joseph. AJ 6.231 (English) >>Joseph. AJ 6.235

Powered by PhiloLogic